Galatians 3

1 ἀνόητοι Γαλάται, τίς ὑμᾶς
 ἐβάσκανεν = WH Treg NA/NIV: || ἐβάσκανεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι = RP
ἐβάσκανεν, οἷς κατ᾽ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς
 προεγράφη = WH Treg NA/NIV: || προεγράφη ἐν ὑμῖν = RP
προεγράφη ἐσταυρωμένος;
2τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾽ ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἐξ ἀκοῆς πίστεως; 3οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε; 4τοσαῦτα ἐπάθετε εἰκῇ; εἴ γε καὶ εἰκῇ. 5 οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἐξ ἀκοῆς πίστεως; 6καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.

7Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοι
 υἱοί εἰσιν = WH Treg NA/NIV: || εἰσιν υἱοὶ = RP
υἱοί εἰσιν ⸃ Ἀβραάμ.
8προϊδοῦσα δὲ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη θεὸς προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. 9ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.

10Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσίν, γέγραπται γὰρ
 ὅτι = WH Treg NA/NIV: || [omit] = RP
ὅτι Ἐπικατάρατος πᾶς ὃς οὐκ
 ἐμμένει = WH Treg NA/NIV: || ἐμμένει ἐν = RP
ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά.
11ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ δῆλον, ὅτι δίκαιος ἐκ πίστεως ζήσεται, 12 δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ᾽· ποιήσας
 αὐτὰ = WH Treg NA/NIV: || αὐτὰ ἄνθρωπος = RP
αὐτὰ ζήσεται ἐν αὐτοῖς.
13Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα,
 ὅτι γέγραπται = WH Treg NA/NIV: || γέγραπται γάρ = RP
ὅτι γέγραπται ⸃· Ἐπικατάρατος πᾶς κρεμάμενος ἐπὶ ξύλου,
14ἵνα εἰς τὰ ἔθνη εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν
 Χριστῷ Ἰησοῦ = NA/NIV RP: || Ἰησοῦ Χριστῷ = WH Treg
Χριστῷ Ἰησοῦ ⸃, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως.

15Ἀδελφοί, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἐπιδιατάσσεται. 16τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ· οὐ λέγει· Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ᾽ ὡς ἐφ᾽ ἑνός· Καὶ τῷ σπέρματί σου, ὅς ἐστιν Χριστός. 17τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ
 θεοῦ = WH Treg NA/NIV: || θεοῦ εἰς Χριστὸν = RP
θεοῦ μετὰ
 τετρακόσια καὶ τριάκοντα ἔτη = WH Treg NA/NIV: || ἔτη τετρακόσια καὶ τριάκοντα = RP
τετρακόσια καὶ τριάκοντα ἔτη ⸃ γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν.
18εἰ γὰρ ἐκ νόμου κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι᾽ ἐπαγγελίας κεχάρισται θεός.

19Τί οὖν νόμος; τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις
 οὗ = Treg NA/NIV RP: || ἂν = WH
οὗ ἔλθῃ τὸ σπέρμα ἐπήγγελται, διαταγεὶς δι᾽ ἀγγέλων ἐν χειρὶ μεσίτου·
20 δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, δὲ θεὸς εἷς ἐστιν.

21 οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ; μὴ γένοιτο· εἰ γὰρ ἐδόθη νόμος δυνάμενος ζῳοποιῆσαι, ὄντως
 ἐκ νόμου ἂν = Treg NA/NIV: || ἐν νόμῳ ἂν = WH; || ἂν ἐκ νόμου = RP
ἐκ νόμου ἂν ⸃ ἦν δικαιοσύνη.
22ἀλλὰ συνέκλεισεν γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν ἵνα ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν.

23Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα
 συγκλειόμενοι = WH Treg NA/NIV: || συγκεκλεισμένοι = RP
συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι.
24ὥστε νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· 25ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. 26πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. 27ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· 28οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ·
 πάντες = WH NA/NIV RP: || ἅπαντες = Treg
πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ.
29εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ,
 κατ᾽ = WH Treg NA/NIV: || καὶ κατ᾽ = RP
κατ᾽ ἐπαγγελίαν κληρονόμοι.



Copyright information for SBLG